Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.274 Joseph. AJ 18.279 (English) >>Joseph. AJ 18.283

18.277τοῦτο δὲ τῶν Ἰουδαίων θεώμενος τὴν ἀντιπαράταξιν τῆς γνώμης καὶ δεινὸν ἡγούμενος τοσαῖσδε ἀνθρώπων μυριάσιν μανίᾳ τῇ Γαΐου διακονούμενος ἐπαγαγὼν θάνατον ἐν αἰτίᾳ τὸ πρὸς θεὸν σεβάσμιον ἔχειν καὶ μετὰ πονηρᾶς τὸν μετὰ ταῦτα βίον ἐλπίδος διαιτᾶσθαι, πολὺ κρεῖσσον ἡγεῖτο ἐπιστείλας τῷ Γαΐῳ τὸ ἀνήκεστον αὐτῶν ὀργὴν φέροντος μὴ ἐκ τοῦ ὀξέος δεδιακονημένου αὐτοῦ ταῖς ἐπιστολαῖς· 18.278τάχα μὲν γὰρ καὶ πείσειν· καὶ τῇ τὸ πρῶτον μανίᾳ τῆς γνώμης ἐπιμένοντος ἅψεσθαι πολέμου τοῦ πρὸς αὐτούς, εἰ δʼ ἄρα τι καὶ κατʼ αὐτοῦ τρέποι τῆς ὀργῆς, καλῶς ἔχειν τοῖς ἀρετῆς μεταποιουμένοις ὑπὲρ τοσῆσδε ἀνθρώπων πληθύος τελευτᾶν, ἔκρινε πιθανὸν ἡγεῖσθαι τῶν δεομένων τὸν λόγον. 18.279

Συγκαλέσας δὲ εἰς τὴν Τιβεριάδα τοὺς Ἰουδαίους, οἱ δὲ ἀφίκοντο πολλαὶ μυριάδες, καταστὰς ἐπʼ αὐτῶν τήν τε ἐν τῷ παρόντι στρατείαν οὐ γνώμης ἀπέφαινε τῆς αὐτοῦ τοῦ δὲ αὐτοκράτορος τῶν προσταγμάτων, τὴν ὀργὴν οὐδὲν εἰς ἀναβολάς, ἀλλʼ ἐκ τοῦ παραχρῆμα ἐπιφέρεσθαι τοῖς πράγμασιν τοῖς παρακροᾶσθαι θάρσος εἰσφερομένοις· καλῶς ἔχον ἐστὶν τόν γε τιμῆς τοσαύτης ἐπιτετευχότα συγχωρήσει τῇ ἐκείνου οὐδὲν ἐναντίον πράσσειν· 18.280οὐ μὴν δίκαιον ἡγοῦμαι ἀσφάλειάν τε καὶ τιμὴν τὴν ἐμαυτοῦ μὴ οὐχ ὑπὲρ τοῦ ὑμετέρου μὴ ἀπολουμένου τοσούτων ὄντων ἀναλοῦν διακονούμενον τῇ ἀρετῇ τοῦ νόμου, ὃν πάτριον ὄντα περιμάχητον ἡγεῖσθε, καὶ τῇ ἐπὶ πᾶσιν ἀξιώσει καὶ δυνάμει τοῦ θεοῦ, οὗ τὸν ναὸν οὐκ ἂν περιιδεῖν τολμήσαιμι ὕβρει πεσεῖν τῆς τῶν ἡγεμονευόντων ἐξουσίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.274 Joseph. AJ 18.279 (English) >>Joseph. AJ 18.283

Powered by PhiloLogic